Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
μαρτυρεῖ Ἀντιπάτρωι Εὐφρόνιος Ἀπολλωνίδου Ἀμμωνιεὺς \ὡς (ἐτῶν) λε εὐμεγέθης εὔρωστος κλαστὸς μελί̣χ̣ρους τετανὸς οὐλὴ ὀφρύων δ̣ε̣ξιᾶι./ οἰκῶ ἐμ(*) Φιλαδελφείαι τοῦ Ἀρσινοΐτου.
τοῦ δὲ β (ἔτους) μηνὸς Πανήμου, ὄντος μου καὶ Νίκωνος καὶ ἄλλων τινῶν ἐν τῶι Εὐδόξου κουρείωι, παραγενόμενος
Ἀντίπατρος καὶ Σῖμον, οἷς μαρτυρῶ, εἰς τὸ κουρεῖον τοῦτο ἠξίουν Νίκωνα ἀποδοῦναι αὐτοῖς τὸν υἱὸν αὐτῶν Θεο-
δόσιον. Νίκων δὲ ὁ κρινόμενος πρὸς Ἀντίπατρον οὐκ ἔφατο εἰληφέναι τὸ παιδάριον παρʼ αὐτῶν οὐδὲ ἔχειν αὐτὸ
5παρευρέσει οὐδεμιᾶι.
vτοῦ δὲ β (ἔτους) μηνὸς Πανήμου, ὄντος μου καὶ Νίκωνος καὶ ἄλλων τινῶν ἐν τῶι Εὐδόξου κουρείωι, παραγενόμενος