Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

PSI XII 1248 TM Nr. 17411

Lettera di Menesthianos ad Apollonianos e Spartiates

Oxyrhynchos nach 235, 14. Dez.
Andere Publikationen Chapa, Letters of Condolence 6
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
IX, S. 321; XI, S. 250
Übersetzungen
verbergenanzeigen
Englisch:
  • Lewis, Life in Egypt (1983), S. 81
Inhalt Brief (privat), Menesthianos an Apollonianos und Spartiates, Erklärung, Eid, Suche, Wechsel, Wohnsitz
Erwähnte Daten
  • Z. 44: 14. Dez. 235
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
r
Μενεσθιανὸς Ἀπολλωνιανῶι καὶ Σπαρ-
τιάτῃ εὐθυμεῖν
μάρτυρες οἱ θεοὶ \ὡς/ πυθόμενος περὶ τοῦ κυρί-
ου μου, υἱοῦ ἡμῶν(*), οὕτως ἠχθέσθην καὶ
5ἐπένθησ̣α ὡς ἴδιον τέκνον· κ̣[α]ὶ γὰρ ἀξιο-
φίλητον ᾖ̣ν̣· καὶ ὁρμὴν ἔχοντά με ἐξορμῆ-
σαι πρὸς ὑμᾶς Πινουτίων ἐπέσχεν, φάσ-
κων σὲ τὸν κύριόν μου Ἀπολλωνιανὸν
παρηγγελκέναι αὐτῷ μὴ ἀνελθεῖν με
10ὡς σοῦ εἰς Ἀρσινοείτην γειν[ο]μένου. ἀλλὰ
γενναίως φέρετε· τοῦτο γὰρ καὶ τοῖς θεοῖς
ἀπόκειται. ἐν πᾶσί σοι, κύριέ μου Ἀπολλωνι-
ανέ, χάριτας ὁμολογῶ, ὅτι μου οὕτως προί-
στασαι ὡς σεαυτοῦ. κἀγὼ(*) δὲ νῦν δυνάμενος
15ἐμαυτὸν ἀμείψασθαι πρὸς τὸν Χαιρήμονα
ἐφʼ οἷς με διέθετο, ἠνεσχόμην ἕως οὗ σοι δη-
λώσω. οὐ γὰρ ἀνθρωπίνως ἔπραξεν, καὶ αὐ-
τὸς μὲν μετʼ ἄλλων πράγματα πράξας
οὐδέπω οὐδὲν φάσκει τὰ ἐξ ἀνθ̣ρ̣ώπων
20ἡμᾶς διαθέμενος. ὅ τι ο\ὖ/ν \ἐάν/ σοι δοκῇ, δήλω-
σόν μοι· οὐ γὰρ ἡσυχάζω αὐτὸ̣ς̣. ἴσον μέντοι τῆς
χειρογραφίας ὑπὸ τοῦ διαπεμφθέντος γνω-
ρίμ̣ο̣υ̣ διεπεμψάμην σοι, ἵνα εἰδῇς. κἀγὼ(*)
μὲν Τ̣  ̣  ̣  ̣  ̣η οἰκογενην(*) παῖδα ἀπώ̣λ̣ε̣σ̣α
25ἄξιον ταλάντων δύο . (hand 2) ἐρρῶσθαί σε εὔχομαι, κύριέ
μου, μετὰ κυρίου μου Σπαρτιάτου θεοῖς πᾶσιν
εὐθυμοῦντα.
(hand 1) ἐὰν ᾖ γενόμενα τὰ προσαγέλματα(*), πέμψον
ἡμεῖν(*).
30τῆς δὲ χειρογρα(φίας) ἐστὶν ἀντίγρα(φον)·
——
Αὐρ(ηλίῳ) Παυλείνῳ στρα(τηγῷ) Ἑρμοπολ(ίτου)
παρὰ Μάρκου Αὐρ(ηλίου) Διονυσίου καὶ Αὐρ(ηλίου) Ἀμμωνίου
ἀπὸ Ὀξ(υρύγχων) πόλ(εως). συναπεστάλημεν ὑπὸ Αὐρ(ηλίου) Λεωνίδου
στρα(τηγοῦ) Ὀξυρυγχ(ίτου), ἐκ τῶν γραφέντων αὐτῷ ὑπὸ Ἰου-
λ̣ίου Ἰουλιανοῦ τοῦ κρα(τίστου) ἐπιστρα(τήγου), πρὸς ἃ ἀνήνεγκας
35αὐτῷ, γενέσθαι ἐνταῦθα καὶ γνωρίσαι του(*) δηλωθέν-
τας ὑπὸ Τίτου Φλ(αυίου) Χαιρήμονος ἀμφοδογραμμα-
τέως τῆς Ὀξ(υρύγχων) πόλ(εως) ἄνδρας ἀριθμῷ ε. ὀμνύομεν τὴν
Γαίου Ἰουλίου Οὐήρου Μαξιμείνου(*) Καίσαρος τοῦ κυρίου
τύχην ἐπιδεδημηκοτα(*) τοῖς ἐνθάδε μεμαθηκέναι
40τούτους εἰς τὴν ἰδίαν ἀποδεδημηκέναι ἀντιλημ-
ψομένους τῶν ἐπιβαλλο̣υ̣σ̣ῶν αὐτοῖς χρειῶν·
ἢ ἔνοχοι εἴημεν τῷ ὅρκῳ. (ἔτους) β, Χοίακ ιζ
τι(ς) καὶ τι(ς) διʼ ἐμοῦ τι(νὸς) ὠμόσαμεν τὸν ὅρκο(ν)
ὡς πρόκειτα̣ι̣.
v
Αὐρηλίωι Ἀπολλωνιανῶι   ̣  ̣[  ̣  ̣  ̣  ̣]γυμνασιαρχ(  ) στρα(τηγήσαντι) νομῶν.
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar