Heidelberger Gesamtverzeichnis der griechischen Papyrusurkunden Ägyptens

P.Berl. Zill. 6 TM Nr. 17286

Vertrag über Hausverkauf in Antinoupolis

Antinoopolis 527 - 565
Material Papyrus
BL-Einträge
(nach BL-Konkordanz)
VIII, S. 64; X, S. 28
Bemerkungen Zu Z. 26-27 vgl. Daniel, Architectural Orientation, S. 50f. mit Anm. 13 und 14.
Inhalt Vertrrag, Kauf, Hausteil, Eid
Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[- ca.25 -]  ̣[  ̣  ̣]  ̣  ̣  ̣  ̣[  ̣  ̣]  ̣  ̣  ̣  ̣ ἐξεῖναι τῶ̣ν
[- ca.14 - ἀκολούθως] τῇ δυνάμει ταύτης τῆς ὠνιακῆς
ἀσφαλείας καὶ παντὶ μέρει αὐτῆς καὶ κεφαλαίῳ, ἐπὶ τὸ διηνεκές,
ἰδίῳ αὐτῆς κινδύνῳ καὶ πόρῳ τῆς ὑποστάσεως αὐτῆς,
5οἱ πάντες ὁρμώμ̣ε̣ν̣ο̣ι̣ ἀ̣π̣ὸ̣ τ̣α̣ύ̣τ̣η̣ς̣ Ἀ̣ν̣τ̣ι̣ν̣ο̣έ̣ω̣ν̣ λ̣α̣μ̣π̣ρ̣ᾶ̣ς̣ πόλεως,
Φλαυί̣ῳ̣ Ἰ̣ω̣ά̣ν̣ν̣ῃ̣ τ̣ῷ̣ λ̣α̣μ̣π̣ρ̣ο̣τ̣ά̣τ̣ῳ̣ κ̣α̣ὶ̣ αἰδεσίμῳ σκρινιαρίῳ τῆς
κάτω Θηβαίδος δουκικῆς τάξεως, υἱῷ τοῦ τῆς ἀρίστης μνήμης
Κολλούθου, ὁρμωμένῳ μὲν ἀπὸ τῆς Ἑρμουπολιτῶν,
κεκτημένῳ δὲ πρὸ πολλοῦ ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων.
10ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Ει  ̣  ̣  ̣  ̣ καὶ Ὠσήτης
ὁμογνήσιοι ἀδελφοὶ   ̣  ̣  ̣  ̣[- ca.9 -] μητρὸς αὐτῶν προ-
γεγραμμένης Στεφανᾶτος, κατὰ τήνδε τὴν ἔνγραφον
ἀσφάλειαν ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον
ἑκουσίᾳ γνώμῃ καὶ προαιρέσει διὰ ἀμετανοήτῳ καὶ ἀδόλῳ
15βουλήσει, ὀρθῇ διανοίᾳ, ἅμα δὲ καὶ ὀμνύμενοι τὴν ἁγίαν καὶ
[ὁμοούσιον τριάδα καὶ τὴν νί]κην καὶ διαμονὴν τοῦ
καλλινίκου δεσπότου ἡμῶν Φλαυίου Ἰουστινιανοῦ τοῦ αἰωνίου
Αὐγούστου Αὐτοκράτορος, πεπρακέναι σοὶ τῷ αὐτῷ λαμπροτάτῳ
Ἰωάννῃ σκρινιαρίῳ καὶ καταγεγραφέναι πληρεστάτῳ παντὶ δεσποτείας
20δικαίῳ καὶ καλῇ πίστει καὶ πάσῃ ἐξουσίᾳ ἐπὶ αἰωνίᾳ
δεσποτικῇ κατοχῇ, τὸ ὑπάρχον ἡμῖν καὶ περιελθὸν εἰς ἡμᾶς
ἀπὸ κληρονομίας τοῦ μακαριωτάτου ἡμῶν πατρὸς Χριστοδώρου
δια̣κ̣ό̣ν̣ο̣υ̣ [δίμοιρον μέρος οἰκί]ας, τουτέστιν κέλλια τρία ,
ἤτοι κοιτῶνα ἑνὰ μὲν ἐν τῇ παραδρομίδι νεύοντα εἰς βορρᾶν,
25τοὺς δὲ ἄλλους δύο τόπους νεύοντας εἰς βορρᾶν, ὡς εἴρηται,
ἐπὶ τὴν αὐλὴν καὶ ἀπὸ λιβὸς ἀριστητηρίου   ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]
  ̣  ̣  ̣  ̣[  ̣  ̣  ̣  ̣  ̣]  ̣  ̣  ̣  ̣ερ  ̣λικα ἐπὶ τὸν πεσσόν μετὰ τοῦ
τούτου δώματος καὶ   ̣  ̣θ  ̣ πρὸς τοῦ αὐτοῦ ἀριστητηρίου δῶμα
μετὰ τοῦ ἐπιβάλλοντος διμοίρου μέρους τοῦ φρέατος καὶ τῆς
30αἴθρου καὶ τῆς εἰσόδου καὶ ἐξόδου, κατὰ κοινωνίαν Θεοφίλης
εἰς τὰ ὑ[πόλοιπα μέρη εἰς συμπλ]ήρωσιν τῆς πάσης οἰκείας.
τῆς εἰρημένης οἰκείας, διακ[ε]ιμένης ἐπὶ τῆς Ἀντι(νοέων) ἐν τῷ γ γράμματι
πλινθ(είῳ) δ   ̣  ̣  ̣ ε νευούσης εἰς ἀπηλιώτην. γείτονες ταύτης νότοι
οἰκεία τῶν κληρονόμων τοῦ
-- -- -- -- -- -- -- -- -- --
papyri.info
Übersetzungen aus dem HGV
keine Übersetzungen verfügbar