Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
νομοῦ ἐκ τῶν σῶν μυρίων ἀρουρῶν. σοῦ δόντος ἡμῖ[ν] ἀ̣ρ̣[ούρα]ς Α ἐκ τῶν μυρίων , καὶ ταύτας κατεργασαμένων καὶ
σπειράντων ἀφείλετο ἡμῶν Δᾶμις ἀρούρας σ̣. ἡ̣μ̣[ῶν δʼ ἀ]ν̣τι̣λ̣εγόντων ἀπήγαγεν τῶν πρεσβυτέρων τρεῖς ἕως
ἠνάγκασεν ἀποστασίου γράψασθαι. καὶ βουλο̣μ̣[ένων δʼ ἡ]μ̣[ῶν ἀ]φ̣[ίσ]τ̣α̣σθαι ἐκ τῶν χιλίων ἀρουρῶν καὶ ἀξιούντων
5αὐτὸν χορηγῆσαι ἡμῖν ἕως κατεργασάμενοι σπείρωμ̣[εν], οὐδʼ οὕτω ἠβούλετο, ἀλλὰ περιεῖδεν ἄσπορον γενομένην
τὴγ(*) γῆν. ἔστιν δὲ καὶ ἄλλος γραμματεὺς Αἰ̣γ̣ύπτ̣ι̣ο̣ς̣ [τῶ]ν πονηρῶν, ὃς οὐκ ἐᾶι τὴν πόλιν κατοικεῖν ἀλλʼ ἀποδιώκει
τοὺς ἐκεῖ ὄντας. καὶ οὐκ ὀλίγα δὲ ἁμαρτήματά ἐστιν ἐν [τ]αῖς μυρίαις ἀρούραις διὰ τὸ μὴ ὑπάρχειν ἄνθρωπον συνετὸν
περὶ γεωργίαν. δεόμεθα οὖν σου, εἴ σοι δοκεῖ, εἰσκαλεσθαί(*) τ̣[ιν]ας ἡμῶν, καὶ εἰσακοῦσαι περὶ ὧν βουλόμεθά σοι ἀναγγεῖλαι.
εἰκοσταῖοι γάρ ἐσμεν ἀφʼ οὗ ἐνδημοῦμεν. βουλ[ο]μ[ ̣ ̣ ̣] ̣ ̣ ̣ ̣αι οὐ δυνάμεθα, ἀλλὰ ἐξανηλώκαμεν εἴ τι εἴχομεν
10ἐπιδημοῦντες.
(hand 2) εὐτύχει.