Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
[παρὰ Αὐρηλίας] Ἀρτέμιτος Παησίου ἀπὸ κώμης Θρασὼ
[τοῦ Ἀρσινοΐτου] νομοῦ. τὸ μετριοφιλές σου αἰσθομένη,
[δέσποτά μου ἡ]γεμών, καὶ περὶ πάντας κηδεμονίαν,
5[μάλιστα περὶ γυ]ναῖκας καὶ χήρας, τὴν προσέλευσιν ποι-
[οῦμαί σοι ἀξιο]ῦ̣σα τῆς ἀπὸ σοῦ βοηθείας τυχεῖν. τὸ δὲ
[πρᾶγμα οὕτως ἔ]χει· Συρίων γενόμενος δεκάπρωτος
[ἀπὸ τῆς αὐτ]ῆ̣ς κώμης Θρασὼ ἀναπίσας(*) μου τὸν ἄν-
[δρα Καῆτ ὀνό]μ̣α̣τι ποιμένιν(*) αὐτοῦ τὰ πρόβατα — ὅστις
10[ἀδίκως τὰς τοῦ] προκειμένου ἀνδρὸς αἶγας καὶ πρόβατα τὸν
[ἀριθμὸν ἑξήκο]ν̣τα συναπέσπασεν αὑτῷ. καὶ ἐφʼ ὅσον μὲν
περιη(*) [ὁ προκείμ]ενός μου ἀνήρ, ἕκαστος τὰ ἑαυτοῦ ἐκαρποῦ-
[το, ὅ τε ἐμὸς ἀνὴ]ρ τὰ ἴδια καὶ ὁ προκείμενος τὰ ἑαυτοῦ. ἐπὶ(*) οὖν
[κατὰ τρόπον ἀνθ]ρ̣ώπων ἐγένετο ὁ προκείμενός μου ἀνήρ,
15[εἰσεπήδησε βο]υλόμενος ὁ Συρίων καὶ ἀφαρπάζειν τὰ τῶν
[νηπίων μου τέ]κνων τῇ τοπικῇ δυναστείᾳ χρώμενος παρὰ
[αὐτῆς τῆς κοί]τ̣ης τοῦ ἀνδρός μου καὶ τοῦ σώματος κιμένου
ἐπὶ(*) [δὲ ἐσπούδ]α̣σα τὰ ἡμέτερα ἀπολαβεῖν καὶ περιστεῖλε(*) τὸν
[ἄνδρα μου, μετʼ] ἀπιλῆς(*) με ἀπέπεμψεν καὶ μέχρι τῆς σήμε-
20[ρον κατέχων τ]υγχάνι(*) τὰ ἡμέτερα ποίμνια. διὸ παρακαλῶ
[σε, δέσποτα, πέμ]ψ̣αι μοι βοηθὸν ἐκ τῆς σῆς προστάξεως,ὅ-
[πως τά τε τῶν νη]πίων μου τέκνων καὶ τὰ ἐμοῦ τῆς χήρας ἀπο-
[λάβω καὶ δυνηθ]ῶ̣ εὐμαρῶς ὑπακούειν τῷ ἀποτάκτῳ — οὐ γὰρ
[ἐν περιγραφ]αῖς κατελήμφθη ὁ προκείμενός μου ἀνὴρ ὑπὲρ
25[τῶν διαφερόντω]ν̣ τῷ ταμίῳ(*), οἰκίωται(*) δὲ τῷ προκειμένῳ Συρίω-
[νι ἐμὲ τὴν χήρα]ν̣ μετὰ νηπίων τέκνων ἀεὶ ἀποστερεῖν,
[ὥστε τὸν τοῦ τε]τελευτηκότος μου ἀνδρὸς σῖτον λαβόντα
[διὰ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ̣ ο]υ βοηθοῦ ὑπὲρ τῶν ἐπιβαλλόντων μετρη-
[μάτων σύμβο]λ̣ον μὴ ἐκδοῦναι — ὅπως τὰ ἴδια ἐκ τῆς σῆς,
30[τοῦ κυρίου καὶ] πάντων εὐεργέτου, φιλανθρώπου ὑπογραφῆς
[ἀπολάβω καὶ δυνη]θῶ μετὰ νηπίων τέκνων ἐν τῇ ἰδίᾳ συν-
[μενεῖν καὶ ἀεὶ] τῇ τύχῃ σου χάριτας ὁμολογεῖν δυνηθῶ.
[ -ca.?- ] διευτύχει.
(hand 2) [- ca.11 -]θ̣. πρὸς τὸ τοῖς φόροις χρήσιμον
35[- ca.11 -] κατὰ τὸ δικαιότατον δοκιμάσει ὁ κράτιστος
[ἐπιστράτηγο]ς. κό(λλημα) ξθ τόμ(ου) α.