Texte der DDbDP papyri.info Infofenster für digitale Inhalte wieder einblenden
Ζήνωνι χαίρειν Πετενοῦρις Σαμῶυς οἱ ὑοφορβοί. δεόμεθα
οὖν σου, ἐλέησον ἡμᾶς· ὧν γὰρ ἡμάρτομεν τ̣[ε]τιμωρήμε-
θα· οὐθεὶς γὰρ ἀναμάρτητός ἐστιν· ἵνα μὴ τὰ ἱερα(*) κατα-
φθαρῇ ἡμῶν ἐ̣γδεόντων. σὺ οὖν πεῖραν λαβὲ ἡμῶν. γινώ-
5σκεις ἀφʼ [ο]ὗ ἥκαμεν ἤδη τρ̣ί̣τ̣[η ἡ]μέ̣ρ̣α̣ ἐστίν· οὐκ ἀφιεῖς ἡμᾶς
ἐργάζεσθαι ἢ ἀπελθεῖν ἐπὶ τὰ ἱερε͂α(*), ἵνα μὴ παραπόληται ἡμωι(*)
ἐν φυλακῆι ὄντων. οὐ γὰρ ἔχομεν τῶν δεόντων οὐθέν,
ἀλλὰ παραπολλύμεθα ὧδε. σὺ οὖν ἐπίσκεψαι εἴ σοι δοκεῖ
ἀφεῖναι. οὐ γὰρ ἔχομεν οὐθένα κύριον ἀλλὰ σέ. πρὸς σὲ οὖν
10καταφυγγάνομεν, ἵνα ἐλεημοσύνης τύχωμεν.
εὐτύχει.